Add parallel Print Page Options

16 Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου [a]τὴν ἐνέδραν παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ. 17 προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη· Τὸν νεανίαν τοῦτον [b]ἄπαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ [c]ἀπαγγεῖλαί τι αὐτῷ. 18 ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν· Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν [d]νεανίαν ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι. 19 ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ’ ἰδίαν ἐπυνθάνετο· Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; 20 εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον [e]τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς [f]μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ· 21 σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν [g]εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. 22 ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν [h]νεανίσκον παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς [i]ἐμέ.

23 Καὶ προσκαλεσάμενός [j]τινας δύο τῶν ἑκατονταρχῶν εἶπεν· Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός, 24 κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα, 25 γράψας ἐπιστολὴν [k]ἔχουσαν τὸν τύπον τοῦτον· 26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. 27 τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ’ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι [l]ἐξειλάμην, μαθὼν ὅτι Ῥωμαῖός ἐστιν, 28 βουλόμενός [m]τε [n]ἐπιγνῶναι τὴν αἰτίαν δι’ ἣν ἐνεκάλουν αὐτῷ, [o]κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν. 29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν [p]δὲ ἄξιον θανάτου ἢ δεσμῶν [q]ἔχοντα ἔγκλημα. 30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν [r]ἄνδρα ἔσεσθαι [s]ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις [t]λέγειν πρὸς αὐτὸν ἐπὶ [u]σοῦ.

31 Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον [v]διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα· 32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς [w]ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· 33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. 34 ἀναγνοὺς [x]δὲ καὶ ἐπερωτήσας ἐκ ποίας [y]ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, 35 Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· [z]κελεύσας ἐν τῷ πραιτωρίῳ [aa]τοῦ Ἡρῴδου φυλάσσεσθαι [ab]αὐτόν.

24 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ [ac]πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ [ad]διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ. εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα [ae]στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως, ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ [af]ἐκρατήσαμεν, παρ’ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.

10 Ἀπεκρίθη [ag]τε ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος [ah]εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, 11 δυναμένου σου [ai]ἐπιγνῶναι, ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι [aj]δώδεκα ἀφ’ ἧς ἀνέβην προσκυνήσων [ak]εἰς Ἰερουσαλήμ, 12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ [al]ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν, 13 [am]οὐδὲ [an]παραστῆσαι δύνανταί [ao]σοι περὶ ὧν [ap]νυνὶ κατηγοροῦσίν μου. 14 ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ [aq]τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις, 15 ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν [ar]ἔσεσθαι δικαίων τε καὶ ἀδίκων· 16 ἐν τούτῳ [as]καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν [at]ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. 17 δι’ ἐτῶν δὲ πλειόνων [au]ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς, 18 ἐν [av]αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, 19 τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς [aw]ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς [ax]ἐμέ, 20 ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί [ay]εὗρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου 21 ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα [az]ἐν αὐτοῖς ἑστὼς ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον [ba]ἐφ’ ὑμῶν.

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:16 τὴν ἐνέδραν WH Treg NIV ] τὸ ἔνεδρον RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:17 ἄπαγε WH Treg ] ἀπάγαγε NIV RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:17 ἀπαγγεῖλαί τι WH Treg NIV ] τι ἀπαγγεῖλαί RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:18 νεανίαν WH RP ] νεανίσκον NIV Treg
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:20 τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον WH Treg NIV ] εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:20 μέλλον NIV ] μέλλων WH Treg; μέλλοντά RP
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:21 εἰσιν ἕτοιμοι WH Treg NIV ] ἕτοιμοι εἰσιν RP
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:22 νεανίσκον WH Treg NIV ] νεανίαν RP
  9. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:22 ἐμέ WH Treg ] με NIV RP
  10. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:23 τινας δύο WH Treg ] δύο τινας NIV RP
  11. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:25 ἔχουσαν WH Treg NIV ] περιέχουσαν RP
  12. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:27 ἐξειλάμην WH Treg NIV ] + αὐτόν RP
  13. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:28 τε WH Treg NIV ] δὲ RP
  14. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:28 ἐπιγνῶναι WH Treg NIV ] γνῶναι RP
  15. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:28 κατήγαγον WH Treg NIV ] + αὐτὸν RP
  16. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:29 δὲ WH Treg NIV ] – RP
  17. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:29 ἔχοντα ἔγκλημα WH Treg NIV ] ἔγκλημα ἔχοντα RP
  18. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:30 ἄνδρα WH Treg NIV ] + μέλλειν RP
  19. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:30 ἐξαυτῆς WH NIV ] ἐξ αὐτῶν Treg; ὑπὸ τῶν Ἰουδαίων ἐξαυτῆς RP
  20. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:30 λέγειν WH Treg] + τὰ NIV RP
  21. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:30 σοῦ WH Treg NIV ] + Ἔρρωσο RP
  22. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:31 διὰ WH Treg NIV ] + τῆς RP
  23. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:32 ἀπέρχεσθαι WH Treg NIV ] πορεύεσθαι RP
  24. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:34 δὲ WH Treg NIV ] + ὁ ἡγεμών RP
  25. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:34 ἐπαρχείας WH NIV ] ἐπαρχίας Treg RP
  26. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:35 κελεύσας WH Treg NIV ] Ἐκέλευσέν τε αὐτὸν RP
  27. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:35 τοῦ WH Treg NIV ] – RP
  28. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:35 αὐτόν WH Treg NIV ] – RP
  29. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:1 πρεσβυτέρων τινῶν WH Treg NIV ] τῶν πρεσβυτέρων RP
  30. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:2 διορθωμάτων WH Treg NIV ] κατορθωμάτων RP
  31. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:5 στάσεις WH Treg NIV ] στάσιν RP
  32. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:6 ἐκρατήσαμεν WH Treg NIV RP ] + καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν. 7 παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε, 8 κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ· TR
  33. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:10 τε WH Treg NIV ] δὲ RP
  34. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:10 εὐθύμως WH Treg NIV ] εὐθυμότερον RP
  35. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:11 ἐπιγνῶναι WH Treg NIV ] γνῶναι RP
  36. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:11 δώδεκα WH Treg NIV ] δεκαδύο RP
  37. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:11 εἰς WH Treg NIV ] ἐν RP
  38. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:12 ἐπίστασιν WH Treg NIV ] ἐπισύστασιν RP
  39. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:13 οὐδὲ WH NIV ] οὔτε Treg RP
  40. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:13 παραστῆσαι WH Treg NIV ] + με RP
  41. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:13 σοι WH Treg NIV ] – RP
  42. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:13 νυνὶ WH Treg NIV ] νῦν RP
  43. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:14 τοῖς ἐν WH Treg NIV ] – RP
  44. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:15 ἔσεσθαι WH Treg NIV ] + νεκρῶν RP
  45. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:16 καὶ WH Treg NIV ] δὲ RP
  46. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:16 ἔχειν WH Treg NIV ] ἔχων RP
  47. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:17 ἐλεημοσύνας … μου παρεγενόμην WH Treg NIV ] παρεγενόμην ἐλεημοσύνας … μου RP
  48. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:18 αἷς WH Treg NIV ] οἷς RP
  49. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:19 ἔδει WH Treg NIV ] δεῖ RP
  50. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:19 ἐμέ WH Treg NIV ] με RP
  51. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:20 εὗρον WH NIV ] + ἐν ἐμοὶ Treg RP
  52. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:21 ἐν αὐτοῖς ἑστὼς WH Treg NIV ] ἑστὼς ἐν αὐτοῖς RP
  53. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 24:21 ἐφ᾽ WH Treg NIV ] ὑφ᾽ RP